Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ
Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα.
[Ὅτι] ἐν πόλει ἐν ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου